Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  2. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  3. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  4. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  5. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  6. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  7. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  8. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  9. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  10. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  11. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  12. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
  13. χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  14. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
  15. ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
  16. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  17. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
  18. γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
  19. κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
  20. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  21. τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
  22. αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
  23. πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
  24. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  25. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  26. ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
  27. ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
  28. ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
  29. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
  30. μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
  31. πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
  32. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
  33. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  34. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  35. ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  36. τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
  37. δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
  38. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  39. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  40. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  41. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  42. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι