Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
  2. γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
  3. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  4. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
  5. οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
  6. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  7. μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
  8. οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  9. μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  10. αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  11. κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  12. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  13. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  14. οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
  15. μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
  16. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
  17. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  18. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  19. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
  20. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  21. πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
  22. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
  23. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.