ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶνἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχισταἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώωαὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισινὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσειοὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα