Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  2. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  3. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  4. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  5. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  6. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  7. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  8. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  9. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  10. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  11. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  12. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  13. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
  14. χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  15. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
  16. ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
  17. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  18. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
  19. γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
  20. κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
  21. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  22. τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
  23. αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
  24. πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
  25. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  26. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  27. ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
  28. ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
  29. ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
  30. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
  31. μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
  32. πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
  33. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
  34. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  35. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  36. ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  37. τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
  38. δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
  39. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  40. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  41. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  42. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  43. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  44. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  45. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  46. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  47. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  48. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  49. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  50. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  51. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  52. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  53. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  54. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  55. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
  56. ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
  57. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  58. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
  59. πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
  60. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  61. ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
  62. μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
  63. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
  64. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
  65. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
  66. ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
  67. ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
  68. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  69. ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
  70. δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
  71. Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
  72. ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
  73. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
  74. λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
  75. χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
  76. ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
  77. αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
  78. εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
  79. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  80. ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
  81. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  82. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  83. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,