Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  2. μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  3. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  4. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
  5. δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
  6. ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
  7. ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
  8. καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
  9. ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
  10. ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
  11. ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
  12. τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
  13. αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  14. μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
  15. ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
  16. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
  17. γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
  18. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  19. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
  20. οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
  21. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  22. μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
  23. οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  24. μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  25. αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  26. κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  27. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  28. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  29. οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
  30. μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
  31. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
  32. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  33. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  34. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
  35. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  36. πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
  37. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
  38. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  39. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
  40. ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
  41. χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
  42. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
  43. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
  44. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
  45. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  46. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
  47. ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
  48. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
  49. ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
  50. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
  51. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  52. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  53. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
  54. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  55. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  56. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  57. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  58. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
  59. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  60. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  61. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  62. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
  63. ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
  64. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
  65. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
  66. οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
  67. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
  68. τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
  69. τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
  70. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
  71. ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
  72. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
  73. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
  74. ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
  75. οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
  76. ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
  77. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  78. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  79. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  80. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  81. μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
  82. ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
  83. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  84. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  85. ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
  86. κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
  87. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
  88. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
  89. ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
  90. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
  91. ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
  92. ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
  93. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  94. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  95. δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
  96. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
  97. κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
  98. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  99. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  100. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
  101. ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
  102. κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
  103. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
  104. ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
  105. ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
  106. αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
  107. ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
  108. εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
  109. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
  110. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
  111. βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
  112. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  113. Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
  114. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
  115. ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
  116. καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
  117. νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
  118. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
  119. αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
  120. ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
  121. τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
  122. τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
  123. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
  124. σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
  125. καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
  126. τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
  127. οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
  128. ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
  129. καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
  130. οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
  131. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  132. αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
  133. φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
  134. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  135. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  136. ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
  137. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  138. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  139. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  140. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  141. ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
  142. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
  143. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  144. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  145. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  146. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  147. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  148. αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
  149. πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
  150. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
  151. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  152. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
  153. δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
  154. βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
  155. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
  156. ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
  157. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  158. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  159. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
  160. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
  161. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  162. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  163. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  164. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  165. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  166. ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
  167. τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
  168. Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
  169. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
  170. τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
  171. κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
  172. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
  173. σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
  174. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  175. βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
  1. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  2. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
  3. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  4. Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
  5. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  6. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  7. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  8. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  9. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  10. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
  11. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  12. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  13. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  14. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  15. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  16. μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
  17. ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
  18. καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
  19. πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  20. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
  21. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  22. αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
  23. οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
  24. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  25. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
  26. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  27. ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
  28. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  29. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  30. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  31. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  32. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  33. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  34. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  35. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  36. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  37. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  38. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  39. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  40. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  41. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  42. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  43. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
  44. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  45. ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
  46. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  47. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  48. κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
  49. ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  50. ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
  51. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  52. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
  53. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  54. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  55. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
  56. δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
  57. ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
  58. προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
  59. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  60. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
  61. αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
  62. καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
  63. πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
  64. νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  65. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
  66. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
  67. δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
  68. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  69. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  70. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  71. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
  72. ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  73. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
  74. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  75. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  76. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  77. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  78. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  79. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  80. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
  81. τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
  82. ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
  83. μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
  84. ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  85. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
  86. ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
  87. Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
  88. λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
  89. ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  90. ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  91. πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
  92. ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
  93. πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
  94. ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  95. ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
  96. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
  97. Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,