Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  2. Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  3. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  4. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
  5. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  6. μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  7. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  8. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
  9. δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
  10. ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
  11. ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
  12. καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,