Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
  2. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
  3. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  4. Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  5. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  6. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
  7. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  8. μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  9. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  10. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
  11. δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
  12. ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
  13. ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
  14. καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
  15. ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
  16. ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
  17. ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
  18. τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
  19. αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  20. μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
  21. ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
  22. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
  23. γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
  24. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  25. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
  26. οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
  27. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  28. μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
  29. οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  30. μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  31. αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  32. κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  33. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  34. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,