Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  2. οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
  3. οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
  4. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  5. Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
  6. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  7. εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
  8. πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
  9. ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
  10. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
  11. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  12. Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε