Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  2. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
  3. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  4. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  5. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  6. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.