Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  • οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  • νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  • οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  • ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  • ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  • οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι