Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
  2. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  3. οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  4. νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  5. οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  6. ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  7. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  8. οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
  9. οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
  10. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  11. Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
  12. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  13. εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
  14. πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
  15. ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
  16. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
  17. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·