αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλοςοἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθημνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισινεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσινἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι