Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  • ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  • ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  • ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  • οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
  • οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη