Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
  2. αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  3. ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  4. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  5. ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  6. οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
  7. οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
  8. μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
  9. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  10. οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  11. νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  12. οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  13. ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  14. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  15. οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
  16. οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
  17. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  18. Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
  19. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  20. εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
  21. πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
  22. ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
  23. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
  24. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  25. Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  26. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  27. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
  28. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  29. μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  30. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  31. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,