Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  • καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  • ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  • οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  • οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  • ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  • πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  • ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  • σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.