Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  2. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  3. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  4. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  5. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  6. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  7. οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  8. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  9. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  10. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  11. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  12. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.