Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  2. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  3. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  4. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  5. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  6. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  7. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.