Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  2. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  3. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  4. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  5. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  6. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  7. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  8. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  9. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  10. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  11. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  12. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  13. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  14. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  15. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  16. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  17. οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  18. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  19. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  20. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  21. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  22. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
  23. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·