Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  2. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  3. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  4. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  5. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  6. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  7. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  8. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  9. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  10. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
  11. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  12. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  13. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  14. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  15. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  16. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  17. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  18. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  19. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  20. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  21. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  22. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·