Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  2. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  3. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  4. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  5. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  6. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  7. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  8. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  9. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  10. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  11. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  12. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν