Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  2. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  3. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  4. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  5. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  6. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  7. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  8. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  9. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  10. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  11. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  12. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα