Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  2. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  3. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  4. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  5. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  6. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  7. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  8. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  9. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.