Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  2. χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
  3. μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
  4. ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
  5. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
  6. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  7. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  8. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  9. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  10. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  11. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  12. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  13. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  14. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  15. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  16. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  17. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  18. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  19. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
  20. αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
  21. ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
  22. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  23. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  24. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  25. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  26. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  27. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  28. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  29. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  30. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  31. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  32. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  33. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
  34. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  35. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  36. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  37. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  38. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  39. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  40. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  41. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  42. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  43. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  44. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  45. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  46. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  47. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  48. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  49. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  50. οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  51. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  52. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  53. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  54. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  55. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
  56. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  57. μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
  58. αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  59. ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  60. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  61. ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  62. οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
  63. οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
  64. μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
  65. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  66. οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  67. νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  68. οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  69. ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  70. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  71. οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
  72. οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
  73. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  74. Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
  75. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  76. εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
  77. πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
  78. ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
  79. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
  80. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  81. Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  82. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  83. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
  84. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  85. μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  86. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  87. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
  88. δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
  89. ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
  90. ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
  91. καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
  92. ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
  93. ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
  94. ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
  95. τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω