Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  2. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  3. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  4. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  5. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  6. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  7. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.