Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  2. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  3. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
  4. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  5. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  6. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  7. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  8. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  9. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  10. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  11. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  12. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  13. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
  14. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  15. χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
  16. μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
  17. ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
  18. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
  19. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  20. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  21. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  22. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  23. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  24. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  25. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  26. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  27. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  28. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  29. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  30. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  31. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  32. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
  33. αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
  34. ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
  35. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  36. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  37. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  38. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  39. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  40. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  41. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  42. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  43. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  44. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  45. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  46. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
  47. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  48. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  49. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  50. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  51. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  52. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  53. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  54. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  55. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  56. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  57. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·