Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  2. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  3. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  4. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  5. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  6. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  7. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
  8. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  9. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  10. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  11. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  12. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·