Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  2. οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  3. ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
  4. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
  5. μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
  6. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
  7. ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
  8. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
  9. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  10. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  11. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  12. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  13. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  14. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  15. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
  16. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  17. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  18. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  19. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  20. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  21. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  22. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  23. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  24. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  25. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
  26. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,