Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  2. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  3. κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
  4. ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
  5. δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  6. οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  7. ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
  8. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
  9. μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
  10. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
  11. ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
  12. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
  13. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  14. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  15. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  16. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  17. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  18. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  19. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
  20. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  21. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  22. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  23. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  24. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  25. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  26. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  27. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  28. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  29. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
  30. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  31. χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
  32. μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
  33. ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
  34. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
  35. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  36. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  37. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  38. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  39. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  40. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  41. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  42. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  43. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  44. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  45. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  46. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  47. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  48. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
  49. αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
  50. ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
  51. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  52. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  53. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  54. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  55. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  56. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  57. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  58. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  59. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  60. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  61. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  62. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
  63. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  64. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  65. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  66. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  67. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  68. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  69. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  70. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  71. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  72. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  73. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  74. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  75. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  76. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  77. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  78. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  79. οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  80. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  81. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  82. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  83. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  84. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
  85. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  86. μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
  87. αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  88. ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  89. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  90. ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  91. οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.