τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπωνοἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτινἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴηςδηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμωνοἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω