Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
  2. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  3. οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  4. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
  5. πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
  6. πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
  7. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
  8. ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  9. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  10. κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
  11. ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
  12. δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  13. οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  14. ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
  15. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
  16. μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
  17. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
  18. ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
  19. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
  20. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  21. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  22. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  23. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.