Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  • ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  • ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
  • καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
  • τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  • οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  • καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
  • πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
  • πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
  • τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
  • ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  • οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  • κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
  • ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
  • δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  • οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  • ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·