Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  • τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  • τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  • οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  • πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  • οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  • ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  • ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
  • καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·