Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  2. ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
  3. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  4. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  5. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
  6. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
  7. ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
  8. ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
  9. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  10. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  11. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.