Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  2. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  3. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  4. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  5. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
  6. ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
  7. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  8. ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  9. ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
  10. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  11. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  12. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.