Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
  2. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  3. ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
  4. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  5. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  6. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  7. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  8. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
  9. ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
  10. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  11. ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  12. ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
  13. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  14. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  15. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
  16. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
  17. ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
  18. ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
  19. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  20. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  21. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  22. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  23. Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
  24. τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
  25. Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  26. τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  27. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  28. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  29. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  30. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  31. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·