Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
  2. ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
  3. αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
  4. εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
  5. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  6. ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
  7. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  8. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  9. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,