Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  2. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  3. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  4. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  5. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  6. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  7. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  8. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
  9. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  10. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  11. Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  12. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  13. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  14. ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
  15. πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
  16. νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.