Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  2. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  3. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  4. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  5. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  6. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  7. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  8. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  9. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,