Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  2. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  3. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  4. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  5. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  6. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  7. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  8. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  9. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  10. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  11. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  12. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
  13. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  14. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  15. Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  16. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  17. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  18. ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
  19. πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
  20. νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
  21. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  22. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  23. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  24. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  25. ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  26. ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  27. ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  28. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  29. ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  30. ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  31. ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  32. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  33. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  34. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  35. ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  36. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  37. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  38. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  39. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  40. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  41. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  42. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα