Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
  2. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  3. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  4. ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  5. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  6. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  7. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  8. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  9. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  10. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  11. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  12. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.