Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
  2. ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
  3. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  4. Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
  5. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
  6. λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
  7. αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
  8. εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,