Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  2. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  3. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  4. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  5. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  6. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,