Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  2. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  3. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  4. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  5. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  6. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.