Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  2. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  3. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  4. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  5. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  6. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  7. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  8. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  9. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  10. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  11. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  12. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.