Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  2. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  3. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  4. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  5. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  6. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  7. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  8. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  9. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  10. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  11. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  12. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  13. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  14. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  15. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
  16. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  17. ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,