Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  2. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  3. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  4. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  5. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  6. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  7. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  8. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  9. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  10. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  11. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  12. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  13. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  14. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  15. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  16. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  17. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  18. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
  19. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  20. ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
  21. σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  22. αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ