Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  2. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  3. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  4. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  5. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  6. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  7. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  8. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  9. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.