Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
  2. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  3. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  4. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  5. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  6. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  7. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  8. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  9. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.