Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
  2. λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
  3. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  4. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  5. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  6. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  7. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  8. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  9. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  10. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  11. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  12. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  13. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  14. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  15. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  16. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  17. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  18. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  19. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  20. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
  21. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  22. ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
  23. σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  24. αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
  25. μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
  26. τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
  27. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  28. ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
  29. ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
  30. αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
  31. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,
  32. πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
  33. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
  34. πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ
  35. τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
  1. ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
  2. πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
  3. ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
  4. οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
  5. Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
  6. ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
  7. οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
  8. ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
  9. καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
  10. εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
  11. οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
  12. ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
  13. ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
  14. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  15. δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
  16. οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
  17. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
  18. ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
  19. ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
  20. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
  21. μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
  22. αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
  23. αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
  24. δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  25. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
  26. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  27. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  28. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  29. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  30. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  31. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  32. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  33. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  34. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  35. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  36. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  37. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  38. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
  39. χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  40. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
  41. ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
  42. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  43. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
  44. γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
  45. κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
  46. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  47. τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
  48. αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
  49. πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
  50. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  51. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  52. ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
  53. ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
  54. ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
  55. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
  56. μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
  57. πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
  58. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
  59. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  60. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  61. ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  62. τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
  63. δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
  64. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  65. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  66. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  67. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  68. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  69. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  70. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  71. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  72. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·