Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  2. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  3. εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  4. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  5. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
  6. ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  7. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
  8. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.